Ancient Greek · ~7 min
Book 35, lines 35.230-35.277
Nonnus of Panopolis, Διονυσιακά 35.230-277
Not analysed yet
δαιμονίην δὲ γυναῖκες ὅτʼ ἔκλυον Εὔιον ἠχώ,
εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων
Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου
ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων·
καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς
νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ
φώριος Ἑρμείας, πρόμος ἔννυχος· ἐξαπίνης δὲ
Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις
φέγγος ἔην ἀδόκητον· ἀδουπήτων δὲ γυναικῶν
λάθριος ἡγεμόνευε διʼ ἄστεος ἄπτερος Ἑρμῆς·
χειρὶ δὲ θεσπεσίῃ βριαρὴν κληῖδα πυλάων
ἠλιβάτων ὤιξε, καὶ ἠέλιος πέλε Βάκχαις.
Ἠματίην δʼ ὅτε νύκτα φαεσφόρος ἤλασεν Ἑρμῆς,
Δηριάδης ὑπέροπλος ἔχων ἀτέλεστον ἀπειλὴν
Βασσαρίδων μάστευε λιπόπτολιν ἑσμὸν ὁδίτην.
ὡς δʼ ὅτε τις κατὰ νύκτα βαθυπλούτοις ἐν ὀνείροις
τέρπεται ἀπρήκτοισιν ἐπʼ ἐλπωρῇσιν, ἀείρων
ἀφνειαῖς παλάμῃσι μινυνθαδίου χύσιν ὄλβου,
ὑπναλέων κτεάνων ἀπατήλιον ἐλπίδα βόσκων·
ἀλλʼ ὅτε φαινομένης ῥοδοειδέος ἠριγενείης
χάζεται εὐκτεάνοιο παλίλλυτος ὄψις ὀνείρου,
σὺν κενεαῖς παλάμῃσιν ἐγείρεται, οὐδὲν ἀείρων,
ῥίψας κλεψινόων σκιοειδέα τέρψιν ὀνείρων·
ὣς τότε Δηριάδης, ὅτε μὲν ζόφος εἶχεν ἀγυιάς,
τέρπετο Βασσαρίδων δοκέων αὐτόσσυτον ἄγρην
ἀμφιέπειν ἔντοσθεν ἐεργομένων πυλεώνων,
ψευδομένην ἀνόνητον ἔχων σκιοειδέα νίκην·
ἀλλʼ ὅτε φέγγος ἔλαμψε, καὶ οὐκέτι δέρκετο Βάκχας,
ὡς ὄναρ ἔδραμε πάντα, καὶ ἴαχε πενθάδι φωνῇ.
ὡς Διὶ καὶ Φαέθοντι χολώετο καὶ Διονύσῳ,
Μαιναλίδας φυγάδας διζήμενος. ἀμφὶ δὲ πύργους
Βασσαρίδες κελάδησαν ἀνάμπυκες Εὐάδι φωνῇ.
Δηριάδης δʼ ἐδίωκε τὸ δεύτερον, ἔγρετο δὲ Ζεὺς
Καυκάσου ἐν κορυφῇσιν ἀπορρίψας πτερὸν Ὕπνου·
καὶ δόλον ἠπεροπῆα μαθὼν κακοεργέος Ἥρης
Σειληνοὺς ἐδόκευε πεφυζότας, ἔδρακε Βάκχας
σπερχομένας ἀγεληδὸν ἀπὸ τριόδων, ἀπὸ πύργων,
καὶ Σατύρους κείροντα καὶ ἀμώοντα γυναῖκας
Δηριάδην ἐνόησεν ὀπίστερον, ὄρχαμον Ἰνδῶν,
υἱέα δʼ ἐν δαπέδῳ κατακείμενον· ἀμφὶ δὲ νύμφαι
ἐγγὺς ἔσαν στεφανηδόν· ὁ δʼ ἐν στροφάλιγγι κονίης
κεῖτο καρηβαρέων, ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
καὶ φθονερῆς ἤλεγξε δόλον δυσμήχανον Ἥρης,
καὶ δολίην παράκοιτιν ἐμέμψατο κέντορι μύθῳ·
καί νύ κεν ἀχλυόεντος ὁμέστιον Ἰαπετοῖο
ὕπνον ὀμιχλήεντι κατεκλήισσε βερέθρῳ,
εἰ μὴ Νὺξ ἱκέτευε, θεῶν δμήτειρα καὶ ἀνδρῶν.