Ancient Greek · ~7 min
Book 37, lines 37.338-37.386
Nonnus of Panopolis, Διονυσιακά 37.338-386
Not analysed yet
εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης
ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,
Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην,
μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ·
εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν ἐννοσιγαίου,
ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων,
πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,
ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.
ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.
τῷ δʼ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχου τέθριππον ἱμάσσων·
Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,
πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων
κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.
καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν·
Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας
ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων
σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,
βαιὸν ὑποφθάμενος· καὶ ἐπʼ ἄντυγι γούνατα πήξας
δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,
ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.
καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου
τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,
ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δʼ ἐπἰ δειρήν,
εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ
ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων
σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,
κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων.
οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλεος δὲ
ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων·
θρύπτετο δʼ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου
ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.
ἡνίοχος δʼ ἀνέπαλτο θοώτερος· ἐσσυμένως δὲ
εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,
αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων·
καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.
καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου
Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·
Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,
λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,
Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας
νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων·
φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ
σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.
ἔννεπεν ἀστήρικτον ὄχον προκέκευθον ἐλαύνων
ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων.
καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς
κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,
καί τινα λυομένοιο παραΐξαντα λεπάδνου
πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ·