Ancient Greek · ~7 min
Book 37, lines 37.436-37.481
Nonnus of Panopolis, Διονυσιακά 37.436-481
Not analysed yet
καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος
δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,
ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.
λαοῖς δʼ ἔμεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπʼ ἄλλῳ,
συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης
ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων
ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη·
καὶ ναέτης ναετῆρι, φίλος δʼ ἐρίδαινεν ἑταίρῳ,
γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δʼ ἀνήρ.
ἦν δʼ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην
κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων
ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,
ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς
εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος·
ἄλλῳ δʼ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων
ἀγχιφανὴς νίκησε πολύροπος ἀστὸς Ἀθήνης,
Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.
οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,
ἵπποθς ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων·
καὶ πολὺς ἱππείοιο διʼ αὐχένος ἔρρεεν ἱδρὼς
καὶ λασίου στέρνοιο, καθʼ ἡνιόχοιο δὲ πυκναὶ
αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης·
ἅρματα δʼ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων
ἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ
λεπταλέης ἀτίνακτα τινάσσετο νῶτα κονίης.
αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου
εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δʼ ἔσμηξε χιτῶνι
μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων·
καὶ ταχὺς ἐκ δίφροιο κατήλε· μηκεδανὴν δὲ
εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην·
ἵπποθς δʼ Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ
τερπομένῃ παλάμῃ πρωτάγρια κούφισε νίκης,
ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,
πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.
τῷ δʼ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων
Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,
κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,
τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκραι
ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς·
δεύτερα δʼ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι
ἔγκυον ἵππον ἔχειν, ζηλήμονι χειρὶ τιταίνων.
καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης
χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.
τῷ δʼ ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύσσας
ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης,
αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.