Ancient Greek · ~7 min
Book 37, lines 37.482-37.530
Nonnus of Panopolis, Διονυσιακά 37.482-530
Not analysed yet
καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου
χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,
οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.
αὐτὰρ ὁ πυγμαχίης χαλεπῆς ἔστησεν ἀγῶνα·
πρώτῳ μὲν θέτο ταῦρον ἀπʼ Ἰνδῴοιο βοαύλου
δῶρον ἄγειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν
βάρβαρον αἰολόνωτον ἑλὼν κατέθηκε βοείην.
ὀρθωθεὶς δʼ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,
εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης·
Πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ
ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,
ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.
ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μελισσεύς,
ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ
ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν·
Ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσω
ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.
ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή·
Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς
ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ
πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,
Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.
τὸν μὲν ἐριπτοίητος ἀδελφεὸς ἄμφεπεν Ἄλκων,
ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην,
καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων
ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.
καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου
λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης
ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες.
αἰεὶ δʼ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,
μή ποτέ μιν πλήξειε κατʼ ὀφρύος ἠὲ μετώπου,
ἠέ μιν αἱμάξειε, τετυμμένον ἄρθρον ἀμύξας,
ἠὲ διατμήξειε, κατὰ κροτάφοιο τυχήσας,
εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας,
ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων
ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου,
ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου
ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.
ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο μελισσεὺς
στήθεος ἄκρον ἔλασσεν· ὁ δὲ σχεδὸν ἄντα προσώπου
χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων·
καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων,
δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.
ἄμφω δʼ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπʼ ἄλλῳ
ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων·
χερσὶ δὲ χεῖρας ἔμιξαν· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων
ἀκροτάτην περὶ χεῖρα· χαρασσομένης δὲ παρειῆς
αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες·