Ancient Greek · ~7 min
Book 38, lines 38.142-38.189
Nonnus of Panopolis, Διονυσιακά 38.142-189
Not analysed yet
καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ·
καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο
γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ
τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ·
Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης
υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς·
σπάργανα δʼ ἀμφεβάλοντο· καὶ ἀστέρες αἴθοπι παλμῷ
εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο
κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη
μαρμαρυγὴν πέμπουσα σελασφόρον· ἠέλιος δὲ
υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ
ἅρμενον· ἠιθέου γὰρ ἐπʼ ἀστράπτοντι προσώπῳ
ἠελίου γενετῆρος ἐπέπρεπε σύγγονος αἴγλη.
πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων
Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων
γαστρὶ μέσῃ κούφιζε, διʼ ὑψιπόρου δὲ κελεύθου
ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ
ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ,
καὶ πάλιν ἠκόντιζεν· ὁ δὲ τροχοειδέι παλμῷ
χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο
δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ,
μάντις ἑοῦ θανάτοιο· γέρων δʼ ᾤμωξε νοήσας,
θέσφατα γινώσκων, πινυτῇ δʼ ἔκρυψε σιωπῇ,
μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ
πικρὰ προθεσπίζων Φαεθοντιάδος λίνα Μοίρης.
καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην
πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς
Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων
Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων
πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχῆος,
ἄξονα τεχνήεντι συνήρμοσε δούρασι δεσμῷ,
κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ·
ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων
πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην
ἀρνειοῖς πισύροισι νέους ἐπέθηκε χαλινούς·
καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων
ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι κύκλῳ,
θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης,
ἀστέρος Ἠῴοιο φέρων τύπον· ἀμφὶ δὲ χαίταις
ὄρθιον ἔνθα καὶ ἔνθα φερυγέα δαλὸν ἐρείσας
ψευδομέναις ἀκτῖσιν ἑὸν μιμεῖτο τοκῆα,
ἱππεύων στεφανηδὸν ἁλίκτυπον ἄντυγα νήσου.
ἀλλʼ ὅτʼ ἀνηέξητο φέρων εὐάνθεμον ἥβην,
πολλάκι πατρῴης φλογὸς ἥψατο, χειρὶ δὲ βαιῇ
κούφισε θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
καὶ τροχὸν ἀμφιπόλευε, καὶ ἀμφαφόων δέμας ἵππων
χιονέαις παλάμῃσιν ἐτέρπετο κοῦρος ἀθύρων·
δεξιτερῇ δʼ ἔψαυε πυριβλήτοιο χαλινοῦ.