Ancient Greek · ~9 min
Book 38, lines 38.190-38.244
Nonnus of Panopolis, Διονυσιακά 38.190-244
Not analysed yet
μαίνετο δʼ ἱπποσύνης μεθέπων πόθον· ἑζόμενος δὲ
γούνασι πατρῴοις ἱκετήσια δάκρυα λείβων
ᾔτεεν ἔμπυρον ἅρμα καὶ αἰθερίων δρόμον ἵππων.
καὶ γενέτης ἀνένευεν· ὁ δὲ πλέον ἡδέι μύθῳ
αἰτίζων λιτάνευε· παρηγορέων δʼ ἐπὶ δίφρῳ
ὑψιπόρῳ νέον υἷα φιλοστόργῳ φάτο φωνῇ·
ὦ τέκος Ἠελίοιο, φίλον γένος Ὠκεανοῖο,
ἄλλο γέρας μάστευε· τί σοί ποτε δίφρος Ὀλύμπου;
ἱπποσύνης ἀκίχητον ἔα δρόμον· οὐ δύνασαι γὰρ
ἰθύνειν ἐμὸν ἅρμα, τό περ μόγις ἡνιοχεύω.
οὔ ποτε θοῦρος Ἄρης φλογερῷ κεκόρυστο κεραυνῷ,
ἀλλὰ μέλος σάλπιγγι καὶ οὐ βρονταῖον ἀράσσει·
οὐ νεφέλας Ἥφαιστος ἑοῦ γενετῆρος ἀγείρει,
οὐ νεφεληγερέτης κικλήσκεται οἷα Κρονίων,
ἀλλὰ παρʼ ἐσχαρεῶνι σιδήρεον ἄκμονα τύπτει,
ἄσθμασι ποιητοῖσι χέων ποιητὸν ἀήτην·
κύκνον ἔχει πτερόεντα, καὶ οὐ ταχὺν ἵππον Ἀπόλλων·
οὐ στεροπὴν πυρόεσσαν ἀερτάζει γενετῆρος
Ἑρμῆς ῥάβδον ἔχων, οὐκ αἰγίδα πατρὸς ἀείρει.
ἀλλʼ ἐρέεις· Ζαγρῆι πόρεν σπινθῆρα κεραυνοῦ.
Ζαγρεὺς σκηπτὸν ἄειρε, καὶ ὡμίλησεν ὀλέθρῳ.
ἅζεο καὶ σύ, τέκος, πανομοίια πήματα πάσχειν.
εἶπε, καὶ οὐ παρέπεισε· πάις δὲ γενήτορα νύσσων
δάκρυσι θερμοτέροισιν ἑοὺς ἐδίηνε χιτῶνας·
χερσὶ δὲ πατρῴης φλογερῆς ἔψαυσεν ὑπήνης,
ὀκλαδὸν ἐν δαπέδῳ κυκλούμενον αὐχένα κάμπτων,
λισσόμενος· καὶ παῖδα πατὴρ ἐλέαιρε δοκεύων.
καὶ κινυρὴ Κλυμένη πλέον ᾔτεεν· αὐτὰρ ὁ θυμῷ
ἔμπεδα γινώσκων ἀμετάτροπα νήματα Μοίρης
ἀσχαλόων ἐπένευσεν, ἀποσμήξας δὲ χιτῶνι
μυρομένου Φαέθοντος ἀμειδέος ὄμβρον ὀπωπῆς
χείλεα παιδὸς ἔκυσσε, τόσην δʼ ἐφθέγξατο φωνήν·
δώδεκα πάντες ἔασι πυρώδεος αἰθέρος οἶκοι,
ζῳδιακοῦ γλαφυροῖο πεπηγότες ἄντυγι κύκλου,
κεκριμένοι στοιχηδὸν ἐπήτριμοι, οἷς ἔνι μούνοις
λοξὴ πουλυέλικτος ἀταρπιτός ἐστι πλανήτων
ἀσταθέων. καὶ ἕκαστον ἕλιξ Κρόνος οἶκον ἀμείβει
ἑρπύζων βαρύγουνος, ἕως μόγις ὀψὲ τελέσσῃ
εἴκοσι καὶ δέκα κύκλα παλιννόστοιο Σελήνης,
ζώνης ἑβδομάτης ὑπέρ ἄντυγος· ὑψόθι δʼ ἕκτης
ὠκύτερον γενετῆρος ἔχει δρόμον ἀντίπορος Ζεύς,
καὶ δρόμον εἰς λυκάβαντα διέρχεται· ἐν τριτάτῃ δὲ
ἤμασιν ἑξήκοντα παρέρχεται ἔμπυρος Ἅρης,
γείτων σεῖο τοκῆος· ἐπαντέλλων δὲ τετάρτῃ
αὐτὸς ἐγὼ στεφανηδὸν ὅλον πόλον ἅρμασι τέμνω
οὐρανίων Ἑλίκων πολυκαμπέα κύκλα διώκων,
μέτρα χρόνου πισύρῃσι φέρων κυκλούμενος Ὥραις,
τὴν αὐτὴν περὶ νύσσαν, ἕως ὅλον οἶκον ὁδεύσω,
πλήσας ἠθάδα μῆνα τελεσφόρον· οὐδὲ πορείην
καλλείψας ἀτέλεστον ὀπίστερον οἶμον ἀμείβω,
οὐδὲ πάλιν προκέλευθον, ἐπεὶ πολυκαμπέες ἄλλοι
ἀστέρες ἀντιθέοντες ἀεὶ στείχουσιν ἀλῆται,
ἂψ δʼ ἀνασειράζοντες ἅμα πρόσσω καὶ ὀπίσσω
ἡμιτελῆ μεθέπουσι παλίλλυτα μέτρα κελεύθου,
δέγμενοι ἀμφοτέρωθεν ἐμὴν ἑτερόσσυτον αἴγλην·