Ancient Greek · ~7 min
Book 38, lines 38.245-38.294
Nonnus of Panopolis, Διονυσιακά 38.245-294
Not analysed yet
οἷς ἔνι λευκαίνουσα πόλον κερόεσσα Σελήνη
κύκλον ὅλον πλήσασα σοφῷ πυρὶ μῆνα λοχεύει,
μεσσοφανής, ἐπίκυρτος, ὅλῳ πλήθουσα προσώπῳ·
Μήνῃ δʼ ἀντικέλευθος ἐγὼ σφαιρηδὸν ἑλίσσων
μαρμαρυγὴν θρέπτειραν ἀμαλλοτόκου τοκετοῖο
Ζῳδιακὴν περὶ νύσσαν ἀτέρμονα κύκλον ὁδεύω,
τίκτων μέτρα χρόνοιο, καὶ οἴκοθεν οἶκον ἀμείβων
καὶ τελέσας ἕνα κύκλον ὅλον λυκάβαντα κομίζω.
ἄκρα δὲ συνδέσμοιο φυλάσσεο, μὴ σχεδὸν ἕρπων,
ἅρμασιν ὑμετέροις ζοφοειδέα κῶνον ἑλίξας,
φέγγος ὅλον κλέψειεν ἐπισκιόων σέο δίφρῳ·
μηδὲ παριππεύσειας ἐθήμονος ἄντυγα κύκλου·
μηδὲ τανυπλέκτων ἑλίκων πολυκαμπέι δεσμῷ,
πέντε παραλλήλων δεδοκημένος ἄντυγα κύκλων,
οἶστρον ἔχοις, καὶ νύσσαν ὁμήθεα πατρὸς ἐάσῃς,
μή σε παραπλάγξειαν ἐν αἰθέρι φοιτάδες ἵπποι·
μηδὲ διοπτεύων δυοκαίδεκα κύκλα πορείης
ἐκ δόμου εἰς δόμον ἄλλον ἐπείγεο· καὶ σέο δίφρῳ
κριὸν ἐφιππεύων μὴ δίζεο Ταῦρον ἐλαύνειν·
γείτονα μὴ μάστευε προάγγελον ἱστοβοῆος
σκορπίον ἀστερόφοιτον ὑπὸ Ζυγὸν ἡνιοχεύων,
εἰ μὴ ἀναπλήσειας ἐείκοσι καὶ δέκα μοίρας.
ἀλλὰ σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
κέντρον ὅλου κόσμοιο, μεσόμφαλον ἄστρον Ὀλύμπου,
κριὸν ἐγὼ μεθέπων ὑψούμενος εἶαρ ἀέξω,
καὶ τροπικὴν Ζεφύροιο προάγγελον ἄντυγα βαίνων,
νύκτα ταλαντεύουσαν ἰσόρροπον ἠριγενείῃ,
ἰθύνω δροσόεντα χελιδονίης δρόμον Ὥρης·
κριοῦ δʼ ἀντικέλευθον ἐνέρτερον οἶκον ἀμείβων,
χηλαῖς ἐν διδύμῃσιν ἰσήμερα φέγγεα πέμπων,
ἐντύνω παλίνορσος ἰσόζυγον ἦμαρ ὀμίχλῃ,
καὶ δρόμον εἰνοσίφυλλον ἄγω φθινοπωρίδος Ὥρης,
φέγγεϊ μειοτέρῳ χθαμαλὴν ἐπὶ νύσσαν ἐλαύνων
φυλλοχόῳ ἐνὶ μηνί· καὶ ἀνδράσι χεῖμα κομίζω
ὄμβριον ἰχθυόεντος ὑπὲρ ῥάχιν Αἰγοκερῆος,
ἀγρονόμοις ἵνα γαῖα φερέσβια δῶρα λοχεύσῃ,
νυμφίον ὄμβρον ἔχουσα καὶ εἰλείθυιαν ἐέρσην·
καὶ θέρος ἐντύνω σταχυηκόμον ἄγγελον ὄμπνης,
θερμοτέραις ἀκτῖσι πυρώδεα γαῖαν ἱμάσσων,
ὑψιτενὴς παρὰ νύσσαν ὅτʼ εἰς δρόμον ἡνιοχεύω
καρκίνον, ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος,
ἀμφοτέρους καὶ Νεῖλον ὁμοῦ καὶ βότρυν ἀέξων.
ἀρχόμενος δὲ δρόμοιο μετέρχεο γείτονα Κέρνην,
Φωσφόρον ἀπλανέος μεθέπων πομπῆα κελεύθου,
ἱπποσύνης προκέλευθον· ἀμοιβαίῃ δὲ πορείῃ
σὸν δρόμον ἰθύνουσι δυώδεκα κυκλάδες Ὧραι.
ὣς εἰπὼν Φαέθοντος ἐπεστήριξε καρήνῳ
χρυσείην τρυφάλειαν, ἑῷ δέ μιν ἔστεφε πυρσῷ,
ἑπτατόνους ἀκτῖνας ἐπὶ πλοκάμοισιν ἑλίξας,
κυκλώσας στεφανηδὸν ἐπʼ ἰξύι λευκάδα μίτρην·