Ancient Greek
Book 38, lines 38.295-38.341
Nonnus of Panopolis, Διονυσιακά 38.295-341
Not analysed yet
καί μιν ἀνεχλαίνωσεν ἑῷ πυρόεντι χιτῶνι,
καὶ πόδα φοινίσσοντι διεσφήκωσε πεδίλῳ.
παιδὶ δὲ δίφρον ἔδωκε· καὶ ἠῴης ἀπὸ φάτνης
ἵππους Ἠελίοιο πυρώδεας ἤγαγον Ὧραι·
καὶ θρασὺς εἰς ζυγὸν ἦλθεν Ἑωσφόρος, ἀμφὶ δὲ φαιδρῷ
ἵππιον αὐχένα δοῦλον ἐπεκλήισσε λεπάδνῳ.
καὶ Φαέθων ἐπέβαινε· δίδου δέ οἱ ἡνία πάλλειν,
ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην
ἠέλιος γενέτης· τρομερῇ δʼ ἐλελίζετο σιγῇ,
υἱέα γινώσκων μινυώριον· ἐγγύθι δʼ ὄχθης
ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων
δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ.
ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ,
καὶ Φαέθων ἀνέτελλεν Ἑώιον ἄντυγα βαίνων,
ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο.
καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων
οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων,
ἑπτὰ περὶ ζώναις κυκλούμενον· εἶδεν ἀλήτας
ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ
μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις,
πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις·
καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο
ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ.
ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων
καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης,
παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου·
τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι
ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου.
καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην,
φαίνετο μαστίζων λόφον ἵππιον· οἱ δὲ μανέντες,
κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος,
ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου
ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι,
δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος.
καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος
ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι
ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι·
ἔτρεμε δʼ ἠριγένεια· καὶ ἴαχε Φωσφόρος ἀστήρ·
πῇ φέρεαι, φίλε κοῦρε; τί μαίνεαι ἵππον ἐλαύνων;
φείδεο σῆς μάστιγος ἀγήνορος· ἀμφοτέρων δὲ
πλαζομένων πεφύλαξο καὶ ἀπλανέων χορὸν ἄστρων,
μὴ θρασὺς Ὠρίων σε κατακτείνειε μαχαίρῃ,
μὴ ῥοπάλῳ πυρόεντι γέρων πλήξειε Βοώτης,
πλαγκτῆς δʼ ἱπποσύνης ἔτι φείδεο, μηδέ σε μακρῷ
γαστέρι τυμβεύσειεν ἐν αἰθέρι Κῆτος Ὀλύμπου·
μηδέ σε δαιτρεύσειε Λέων, ἢ Ταῦρος Ὀλύμπου
αὐχένα κυρτώσας φλογερῇ πλήξειε κεραίῃ·