Ancient Greek · ~7 min
Book 38, lines 38.342-38.390
Nonnus of Panopolis, Διονυσιακά 38.342-390
Not analysed yet
ἅζεο Τοξευτῆρα, τιταινομένης ἀπὸ νευρῆς
μή σε πυριγλώχινι κατακτείνειεν ὀιστῷ.
μὴ χάος ἄλλο γένοιτο, καὶ αἰθέρος ἄστρα φανείη
ἤματος ἱσταμένοιο, μεσημβρίζοντι δὲ δίφρῳ
ἄστατος ἠριγένεια συναντήσειε Σελήνῃ·
ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων
εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου.
καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου
ἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς
αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων.
καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων
ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας,
μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου
κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ
σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ,
καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ,
αἰθέρα θερμαίνων μαλερῷ πυρί, καὶ θρασὺς ἔστη
καρκίνον ὀκταπόδην κλονέων λασιότριχι παλμῷ·
οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ
παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή·
κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην
ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ·
καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων
ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ·
πλάζετο δʼ ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου·
διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα,
ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,
γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ
σύνδρομος Αἰγοκερῆος, ἕλιξ ὠρχήσατο Δελφίς·
καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου
σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης,
ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων
ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ·
καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου
ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη·
οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ
ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·
πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ
οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ·
καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν
ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται·
Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ
Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ,
ἄστρασι δʼ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην
ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,
ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ
σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ
ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει·