Ancient Greek · ~7 min
Book 38, lines 38.391-38.434
Nonnus of Panopolis, Διονυσιακά 38.391-434
Not analysed yet
καί μιν, ὅτε δρόμον ἶσον ἔχων ὶσόμοιρος ὁδεύει,
ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων·
καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων
νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ
δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·
καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·
καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων
Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ
ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,
καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα
ἄλλον ἀκοντίσσειεν ἀπʼ αἰθέρος, οἶα καἰ αὐτὸν
ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην,
οὐκέτι δʼ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης
ἀλλήλων ἐχόρευον ἐπʼ ἰξύι κυκλάδες Ἄρκτοι,
ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ
ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.
Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ
ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο·
δήσας δʼ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ
ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ
ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ
ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι.
γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ
ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας,
καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσόν ἀλήτην,
ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν
οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι.
Ἠέλιος δʼ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων·
καὶ σπόρος ἠέξητο, πάλιν δʼ ἐγέλασσαν ἀλωαί.
δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην.
Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ
εἴκελον Ἡνιόχῳ καὶ ἐπώνυμον· οὐράνιον δὲ
πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων
εἰς δρόμον ἀίσσοντος ἔχει τύπον Ἡνιοχῆος,
οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος.
καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων
Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ
Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ.
γνωταὶ δʼ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος
εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δʼ ἀπὀ δένδρων
ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.