Ancient Greek
Book 39, lines 39.0-39.52
Nonnus of Panopolis, Διονυσιακά 39.0-52
Not analysed yet
Ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν.
ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς,
χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ.
ὄφρα μὲν εὶσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων
θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοὺς
Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ,
τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ
στοιχάδας ἰθύνοντες ἐς Ἄρεα ναύμαχον Ἰνδῶν
ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ,
πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς
ὑαμίνης ἐλατῆρες· ἐπειγομένῳ δέ Λυαίῳ
ὁλκάσιν ἀντιτύποις ἐπεσύρισε πομπὸς ἀήτης.
καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων,
ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁρλαῖς.
Δηριάδης δʼ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων
ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν
ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων,
ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων,
ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν Ἐνυώ,
καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου,
ἀμήσας Ῥαδαμᾶνας ἀλοιητῆρι σιδήρῳ.
καὶ στόλον ἀθπήσαντες ἀταρβέες ἔτρεμον Ἰνδοί,
Ἄρεα παπταίνοντες ἁλίκτυπον, ἄχρι καὶ αὐτοῦ
γούνατα τολμήεντος ἐλύετο Δηριαδῆος·
ποιητῷ δὲ γέλωτι γαληναίοιο προσώπου
Ἰνδὸς ἄναξ ἐκέλευσε τριηκοσίων ἀπὸ νήσων
ἦς ἐλεφαντοβότοιο παρά σφυρὰ δύσβατα γαίης
λαὸν ἄγειν· καὶ κραιπνὸς ἐς ἀτραπὸν ἤιε κῆρυξ,
ποσσὶ πολυγνάμπτοισιν ἀπὀ χθονὸς εἰς χθόνα βαίνων
καὶ στόλος ὀξὺς ἵκανε πολυσπερέων ἀπὀ νήσων
κεκλομένου βασιλῆος· ὁ δέ θρασὺς αὐχένα τείνων,
ὁλκάδας εὐπήληκας ἐς Ἄρεα πόντιον ἕλκων,
λαὸν ὅλον θάρσυνε, καὶ ὑψινόῳ φάτο φωνῇ·
Ἀνέρες, οὓς ἀτίταλλεν ἐμὸς μενέχαρμος Ὑδάσπης,
ἄρτι πάλιν μάρνασθε πεποιθότες· αἰθόμενον δὲ
ἄξατε πῦρ ἐς Ἄρηα, καἰ ἄσπετον ἅψατε πεύκην,
νῆας ἵνα φλέξοιμι νεήλυδας αἴθοπι δαλῷ,
καὶ στρατὸν ὑγροκέλευθον ἐνικρύψοιμι θαλάσσῃ
σὺν δορί, σὺν θώρηκι, σὺν ὁλκάσι, σὺν Διονύσῳ.
εἰ θεὸς ἔπλετο Βάκχος, ἐμῷ πυρὶ Βάκχον ὀλέσσω·
οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα πάσσων
ἄνθεσι Θεσσαλικοῖσιν ἐμὀν φοίνιξεν Ὑδάσπην,
καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν
ἔτλην ξανθά ῥέεθρα μιαινομένου ποταμοῖο;
εἰ γὰρ ἔην ῥόος οὗτος ἀπʼ ἀλλοτρίου ποταμοῖο,
μηδὲ πατὴρ ἐμὸς ἦεν Ἀρήιος Ἰνδὸς Ὑδάσπης,
καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης
ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου,
καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων
ποσσὶ κονιομένοισι διέτρεχου ἄβροχον ὕδωρ,
οἷα παρʼ Ἀργείοισι φατίζεται, ὡς ἐνοσίχθων
ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο
Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην.