Ancient Greek
Book 39, lines 39.53-39.97
Nonnus of Panopolis, Διονυσιακά 39.53-97
Not analysed yet
οὐ θεός, οὐ θεὸς οὖτος· ἑὴν δʼ ἐψεύσατο φύτλην·
ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει;
ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ;
ποίην δʼ οὐρανίην στεροπὴν γενετῆρος ἀείρει;
οὐ Κρονίδης κατʼ Ἄρηα κορύσσεται οἴνοπι κισσῷ·
οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω,
οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω,
οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω·
νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω;
ἀλλʼ ἐρέεις, ὅτι βότρυν ἐδέξατο καἰ χύσιν οἴνου
δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος·
Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ
Ζεὺς πόρεν οὶνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου,
νέκταρι δʼ οὐ πέλεν οἶνος ὁμοίιος· εἴξατε, θύρσοι.
Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάξει·
δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης.
εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος,
σὺν Διὶ καὶ μακάρεσσι μιῆς ἔψαυσε τραπέζης.
ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου
δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ,
ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.
εἶπε καὶ εἰς μόθον ὦρτο· συνερρώοντο δὲ λαοὶ
σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης
χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ.
καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ·
Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης,
οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες,
σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν,
εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην.
ἀλλὰ θαλασσαίοιο διάκτορα δηιοτῆτος,
ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγ, δεσμῷ
ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ,
μίξατε δυσμενέεσσιν ἁλιπτοίητον Ἐνυώ,
προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὀν ἀείρων
Δηριάδης φλέξειεν Ἀρήια δούρατα νηῶν.
νόσφι φόβου μάρνασθε, Μιμαλλόνες· ὑγρομόθων γὰρ
ἐλπίδες ἀντιβίων κενεαυχέες· εἰ δἐ μογήσας
φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν,
ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων,
ἀγχινεφής, ἀκίχητος, ἀνούτατος, ἠέρι γείτων,
οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω
ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα,
ἡνίοχον πόντοιο καὶ αἰθέρος· ἢν δʼ ἐθελήσω,
γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω
Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ·