Ancient Greek · ~7 min
Book 39, lines 39.145-39.192
Nonnus of Panopolis, Διονυσιακά 39.145-192
Not analysed yet
ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός· εἰν ένὶ θεσμῷ
Αἰακὸς Ἰνδοφόνος φυσίζοος· ἀμφότερον γάρ,
κείρων ἐχθρὰ κάρηνα καὶ αὔλακι καρπὸν ὀπάσσας
χάρμα πόρεν Δήμητρι καὶ εὐφροσύνην Διονύσῳ.
ῥύεο δʼ ἡμετέρης πλόον ὁλκάδος· αὐσταλέῳ δὲ
ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ,
καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα καρύσσω
μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος.
ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ,
πέμπέ μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης
δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ·
ἄλλος δʼ ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω·
σύμβολα δʼ ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω·
τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ
θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ
νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην,
δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν·
λαῷ δʼ ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ
κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν,
αὐτομάτου θανάτοιο μέλαν τύπον· ἢν δʼ ἐθελήσῃς,
βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην,
καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων
υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ
ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί.
ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης
νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων.
ὣς εἰπὼν πολέμιζεν, ἐς ἠερίας δὲ κελεύθους
ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου
γαμβρὸν ἑὸν λιτάνενε καὶ ἴαχε μῦθον Ἐρεχθεύς·
Γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης
μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων
ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην·
ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην
δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ·
νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων
ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας—
ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς
Θρῄκην ναιετάεις, ἐμπείραμος, οἷά περ Ἄρης—
ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων
ἔγχεϊ παχνήεντι κορύσσεο Δηριαδῆι·
στήσας δʼ ἀντιβίοισι θυελλήεσσαν Ἐνυὼ
δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ,
καὶ Διὶ πρστὰ φέρων καὶ Παλλάδι καἰ Διονύσῳ.
μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες
κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον Ἐρώτων·
Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην
Ἀτθίδα δὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι
ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ.