Ancient Greek
Book 39, lines 39.98-39.144
Nonnus of Panopolis, Διονυσιακά 39.98-144
Not analysed yet
καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον ἐννοσιγαίου,
Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης,
πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης·
Γλαῦκον ἔχω καὶ Φόρκυν· ἱμασσομένην δὲ θαλάσσῃ
ὁλκάδα Δηριάδαο κατακρύψει Μελικίρτης,
κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ
νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ
ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ·
μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην
ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ,
εἰμὶ φίλος Πρωτῆος· ἐς ὑσμίνην δὲ κορύσσει
θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς
Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ·
θωρήξω δʼ ἐς Ἄρηα καὶ Αἰόλον, ὄφρα νοήσω
εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα,
γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης,
καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου·
καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ
ὁλκάδας ἀντιβίων δηλήσεται· ἡμετέρου γὰρ
εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ
ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
μιμνέτω ἠρεμέων θραχὺς Αἰόλος, ἠθάδι δεσμῷ
ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδʼ ἐνὶ πόντῳ
ἄσθμασιν Ἰνδοφόνοισιν ἀριστεύσωσιν ἀῆται·
ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.
ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας.
ἤση δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ,
καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ
λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη
εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ,
καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ·
ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς
Πανιὰς ὑστερόφωνας ἀμείβετο ποντιὰς Ἠχώ.
τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δʼ ἰωὴ
κεκλομένων· καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ
κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δʼ ἄρα μέσσῳ
νηυσὶν ὁμοζυλέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν
εἰς λίνον ἐργομένων νεπόδων τύπον· Αἰακίδαις δὲ
Αἰακὸς ὑγρὸν Ἄρηα προθεσπίζων Σαλαμῖνος
ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν·
Εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ
ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης,
διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ,
δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ,
ὕδατι κυδαίνων με καὶ ἐνθάδε· καί τις ἐνἰψῃ
νίκην ἡμετέρην δεδοκημένος· ὡς ἐνὶ γαίῃ
Ζεὺς ἑὸν υἷα γέραιρε, καὶ ὲν πελάγεσσι γεραίρει.