Ancient Greek · ~7 min
Book 39, lines 39.193-39.238
Nonnus of Panopolis, Διονυσιακά 39.193-238
Not analysed yet
οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης
γείτων ἀντιβίοισιν Ἑώιος· ἀλλʼ ἐνὶ χάρμῃ
οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται
πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος·
καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης
μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη
θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθσπῆα,
ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ·
οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένιο Βορῆος.
δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ
σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει
μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,
ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ·
καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων
ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν Ἐνυώ,
ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων.
δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς,
καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.
τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης
ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος
ναύμαχου εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ
εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ
πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ
Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.
Κυκλώπων δὲ φάλαγγες ἐναυτίλλοντο θαλάσσῃ
ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις·
Εὐρύαλος δʼ ἀλάλαζεν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
ἀγχινεφὴς οἴστρησεν ἐς ὑσμίνην Ἁλιμήδης.
καὶ διδύμαις στρατιῇσιν ἐπέκτυπε πόντιος Ἄρης
χερσαίην μετὰ δῆριν, ἁλιρροίζῳ δʼ ἀλαλητῷ
ὁλκάσι Βακχείῃσιν ἐπέρρεον ὁλκάδες Ἰνδῶν·
καὶ φόνος ἦν ἑκάτερθε, καὶ ἔζεε κύματα λύθρῳ,
καὶ πολὺς ἀμφοτέρων στρατὸς ἤριπεν· ἀρτιχύτῳ δὲ
αἵματι κυανέης ἐρυθαίνετο νῶτα θαλάσσης.
πολλοὶ δʼ ἔνθα καὶ ἔνθα χυτῷ πίπτοντες ὀλέθρῳ
οἰδαλέοι πλωτῆρες ἐναυτίλλοντο θαλάσσῃ·
καὶ ῥοθίοις ἑλικηδὸν ἔχων πορθμῆας ἀήτας
σύρετο νεκρὸς ὅμιλος ἀφειδέι σύνδρομος αὔρῃ·
πολλοὶ δʼ αὐτοκύλιστον ὑπὸ στροδάλιγγα κυδοιμοῦ
εἰς ῥόον ὠλίσθησαν, ἀναγκαίῃ δὲ πιόντες
πικρὸν ὕδωρ ἐνόησαν ὑποβρυχίης λίνα Μοίρης,
βριθόμενοι θώρηκι· καὶ οἰδαλέων μέλαν ὕδωρ
κυανέων ἐκάλυπτεν ὁμόχροα σώματα νεκρῶν
βένθεϊ φυκιόεντι, σὺν ὑγροπόρῳ δὲ φορῆι
χάλκεος ἰλυόεντι χιτὼν ἐκαλύπτετο πηλῷ·