Ancient Greek · ~7 min
Book 39, lines 39.239-39.291
Nonnus of Panopolis, Διονυσιακά 39.239-291
Not analysed yet
καὶ τάφος ἔπλετο πόντος. ἐτυμβεύοντο δὲ πολλοὶ
κητείοις γενύεσσιν, ἐν ὶχθυόεντι δὲ λαιμῷ
ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη,
ξανθὸν ἐρευγομένη ῥόον αἵματος. ὀλλυμένων δὲ
τεύχεα πόντος ἔσεκτο, νεοσφαγέος δὲ φορῆος
αὐτομάτη λοφόεσσα διʼ ὕδατος ἔπλεε πήληξ
δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς
χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης
σὺν διερῷ τελαμῶνι. πολὺς δʼ ὑπὸ κύμασιν ἄκροις
ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης
αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ.
καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης·
Λευκοθέη δʼ ὀλόλυζε, τιθηνήτειρα Λυαίον,
αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης
ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη·
καὶ Θέτις ἀκρήδεμνος ὑπερκύψασα θαλάσσης
χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ
ἄσμενον ὄμμα τίταινεν ἐπʼ εὐθύρσῳ Διονύσῳ.
καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου
ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην,
καὶ φονίου Κύκλωπος ἁλιπτοίητον Ἐνυὼ
δερκομένη δεδόνητο, φόβῳ δʼ ἤμειψε παρειάς·
ἔλπετο γὰρ Πολύφημον ἰδεῖν κατὰ φύλοπιν Ἰνδῶν
ἀντία Δηριάδαο συναιχμάζοντα Λυαίῳ·
ταρβαλέη δʼ ἱκέτευε θαλασσαίην Ἀφροδίτην
υἷα Ποσειδάωνος ἀριστεύοντα σαῶσαι,
καὶ γενέτην φιλότεκνον ἐφʼ υἱέι κυανοχαίτην
μαρναμένου λιτάνευε προασπίζειν Πολυφήμου.
καὶ βυθίου τριόδοντος ἐκυκλώσαντο φορῆα
θυγατέρες Νηρῆος· ἐρειδόμενος δὲ τριαίνῃ
πόντιος ἐννοσίγαιος ἐδέρκετο γείτονα χάρμην,
καὶ στρατὸν εὐθώρηκος ὀπιπεύων Διονύσου,
ζηλήμων ὁρόων ἑτέρου Κύκλωπος Ἐνυώ,
ὑγρομόθῳ Βρομίῳ πολυμεμφέα ῥήξατο φωνήν·
Εἰς ἐνοπήν, φίλε Βάκχε, τόσους Κύκλωπας ἀγείρων,
καλλείψας δʼ ἕνα μοῦνον ἀπόπροθι δηιοτῆτος,
εἰς χρόνον ἑπταέτηρον ἔχεις πολύκυκλον ἀγῶνα,
βόσκων ἀλλοπρόσαλλον ἀτέρμονος ἐλπίδα χάρμης,
ὅττι τεοῦ μεγάλοιο προασπιστῆρες ἀγῶνος
πάντες ἑνὸς χατέουσιν ἀνικήτου Πολυφήμου·
εἰ δὲ τεὴν ἐπὶ δῆριν ἐμὸς πάις ἵκετο Κύκλωψ,
πατρῴην δʼ ἐλέλιζεν ἐμῆς γλωχῖνα τριαίνης,
καί κεν ὑπὲρ πεδίοιο συναιχμάζων Διονύσῳ
στήθεα βουκεράοιο διέθλασε Δηριαδῆος,
καὶ πολὺν αἰνὸν ὅμιλον ἐμῷ τριόδοντι δαΐζων
εἰς μίαν ἠριγένειαν ὅλον γένος ἔκτανεν Ἰνδῶν.
υἱὸς ἐμὸς πάλαι ἄλλος ἔχων ἑκατοντάδα χειρῶν
Τιτήνων ὀλετῆρι τεῷ χραίσμησε τοκῆι,
Αἰγαίων πολύπηχυς, ὅτε Κρόνον εἰς φόβον ἕλκων
ἠλιβάτων ἐτίταινε πολυσπερὲς ἔθνος ἀγοστῶν,
ἠέλιον σκιόωσαν ἔχων ὑψαύχενα χαίτην,
καὶ βλοσυροὶ Τιτῆνες ἐνοσφίσθησαν Ὀλύμπου
εὐπαλάμου Βριαρῆος ὑποπτήσσοντες Ἐνυώ.