Ancient Greek · ~7 min
Book 40, lines 40.138-40.184
Nonnus of Panopolis, Διονυσιακά 40.138-184
Not analysed yet
εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτἠ
δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,
ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει,
εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ,
ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο
τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην,
ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω·
οὐ μὲν ἐγὼ ποθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην,
οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ
ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην.
εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,
κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης,
μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,
μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω,
μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω
Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου
ἤ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ·
κούρη Δηριάδαο δοριθρασέος βασιλῆος
ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ.
ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες,
ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧς γενετῆρες
ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου
Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς·
διχθαδίαις δʼ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα
οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ·
ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην
καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης.
καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα·
Φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς·
οὐδὲ πέλε φθιμένου τιμήορος· ἐχθομένην δὲ
Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν Ἐνυώ,
ἀλλʼ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι·
τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω
ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος;
θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης
Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην,
Χειροβίην δʼ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης.
γνωτῆς δʼ ἡμετέρης ὀλοώτερα πήματα πάσχω·
Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης,
Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης,
αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης
ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ.
εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ
Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν·
πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ
καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν.