Ancient Greek · ~7 min
Book 40, lines 40.185-40.233
Nonnus of Panopolis, Διονυσιακά 40.185-233
Not analysed yet
ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ
δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω.
σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε, Μορρεῦ·
αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν,
Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.
ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ·
οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος.
χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει
φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.
τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη·
Πρωτονόη δʼ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ
χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ·
Πατρίδος ἡμετέρης πέσον ἐλπἱδες· οὐκέτι λεύσσω
ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην.
Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν,
ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν
Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ,
καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην,
γαῖαν ἀναινομένην· ἐχέτω δέ με πενθερὸν ὕδωρ,
Δηριάδην δʼ ἐσίδω καὶ ἐν ὕδασι· μηδὲ νοήσω
Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ,
μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω
ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων·
μὴ πόσιν ἄλλον ἴδοιμι μετʼ ἀνέρα Δηριαδῆα.
εἴην Νηιάδεσσιν ὀμέστιος, ὅττι καὶ αὐτὴν
Λευκοθέην ζώουσαν ἐδέξατο κυανοχαίτης,
καὶ μία Νηρεΐδων κικλήσκεται, ἀντὶ δὲ λευκῆς
ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.
τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες
ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων.
βάκχοι δʼ ἐκροτάλιζον ἀπορρίψαντες Ἐνυώ,
τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν·
Ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.
καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης,
ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος
πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν,
δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ
ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον· ἀμφὶ δὲ νεκροῖς
Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ,
καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν
πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι
ἁβρὰ μελιζομένοιο Γανύκτορος Εὐάδι φωνῇ·
καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ
φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω
Σθεννώ τʼ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ
ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ
φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων,
ὧν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων
θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης.