Ancient Greek
Book 40, lines 40.234-40.294
Nonnus of Panopolis, Διονυσιακά 40.234-294
Not analysed yet
παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας,
ὤπασε λυσιμόθοισι θεουδέα κοίρανον Ἰνδοῖς,
κρινάμενος Μωδαῖον· ἐπὶ ξυνῷ δὲ κυπέλλῳ
Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης
ξανθὸν ὕδωρ πίνοντες ἀπʼ οἰνοπόρου ποταμοῖο.
καὶ χορὸς ἄσπετος ἔσκεν· ἐπεσκίρτησε δὲ πολλὴ
Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ,
καὶ Σάτυρος βαρύδουπον ἐπιρρήσσων χθόνα ταρσῷ
λοξὰ κυβιστητῆρι ποδῶν βακχεύετο παλμῷ,
πῆχυν ἐπικλίνων μανιώδεος αὐχένι Βάκχης·
καὶ πρυλέες Βρομίοιο συνωρχήσαντο βοείαις,
καὶ τροχαλῆς κλονέοντες ἐνόπλια κύκλα χορείης
ῥυθμὸν ἐμιμήσαντο φερεσσακέων Κορυβάντων,
καὶ στρατὸς ἱππήων κορυθαιόλον εἰς χορὸν ἔστη
νίκην πανδαμάτειραν ἀνευάζων Διονύσου·
οὐδέ τις ἄψοφος ἦεν· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
εἰς πόλον ἑπτάζωνον ἀνέδραμεν εὔιος ἠχώ.
ἀλλʼ ὅτε λυσιπόνοιο παρήλυθε κῶμος ἑορτῆς,
νίκης ληίδα πᾶσαν ἑλὼν μετὰ φύλοπιν Ἰνδῶν
ἀρχαίης Διόνυσος ἑῆς ἐμνήσατο πάτρης,
λύσας ἑπταέτηρα θεμείλια δηιοτῆτος.
καὶ δηίων ὅλον ὄλβον ἐληίζοντο μαχηταί
ὧν ὁ μὲν Ἰνδὸν ἴασπιν, ὁ δὲ γραπτῆς ὑακίνθου
Φοιβάδος εἶχε μέταλλα καὶ ἔγχλοα νῶτα μαράγδου·
ἄλλος ἐυκρήπιδος ὑπὸ σκοπιῇσιν Ἰμαίου
ὄρθιον ἴχνος ἔπειγε δορικτήτων ἐλεφάντων,
ὅς δὲ παρʼ Ἡμωδοῖο βαθυσπήλυγγι κολώνῃ
ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων
κυδιόων, ἕτερος δὲ κατʼ αὐχένος ἅμμα πεδήσας
Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν·
καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ
στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων·
ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ
φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων,
καὶ λίθον ἀστράπτουσαν Ἐρυθραίης γέρας ἅλμης·
πολλὴ δʼ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ
ληιδίη πλοκάμων μελανόχροος ἕλκετο νύμφη,
δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ.
χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου
εἰς σκοπιάς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη,
κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ.
καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης
λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων
Ἰνδῴην μετὰ δῆριν· ἀπεσσεύοντο δὲ λαοὶ
μάρμαρα κουφίζοντες Ἑώια δῶρα θαλάσσης,
ὄρνεά τʼ αἰολόμορφα· παλιννόστῳ δὲ πορείῃ
κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ
πάντες ἐβακχεύοντο, πολυκμήτοιο λιπόντες
μνῆστιν ὅλου πολέμοιο, Βορειάδι σύνδρομον αὔρῃ
σκιδναμένην· καὶ ἕκαστος ἔχων ἀναθήματα νίκης
ὄψιμον εἰς δόμον ἦλθε παλίνδρομος. ἀντί δὲ πάτρης
Ἀστέριος τότε μοῦνος ἀνιπτοπόδων σχεδὸν Ἄρκτων
Φάσιδος ἀμφὶ ῥέεθρον ἀθαλπέι νάσσατο γαίῃ
Μασσαγέτην παρὰ κόλπον, ἑοῦ γενέταο τοκῆος
ναίων ἀστερόεντος ὑπὸ σφυρὰ δύσνιφα Ταύρου,
φεύγων Κνώσσιον ἄστυ καὶ ἀρσενόπαιδα γενέθλην,
Πασιφάην στυγέων καὶ ἑὸν Μίνωα τοκῆα,
καὶ Σκυθίην προβέβουλεν ἑῆς χθονός· αὐτὰρ ὁ μούνοις
Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοις ἄμα Βάκχαις
Καυκασίην μετὰ δῆριν Ἀμαζονίου ποταμοῖο
Ἀρραβίης ἐπέβαινε τὸ δεύτερον, ἧχι θαμίζων