Ancient Greek · ~5 min
Book 40, lines 40.547-40.580
Nonnus of Panopolis, Διονυσιακά 40.547-580
Not analysed yet
νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο·
ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή,
ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα κυανοχαίτην
οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ
Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων
Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους.
τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ
ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς
ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου,
καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης
πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει.
καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος· οὔ σε διδάξω
ἵμερον ὑδατόεντα· ποθοβλήτοιο δὲ πηγῆς
ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης·
Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ
ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην.
πηγῆς αἷμα φέρουσα τί τέρπεαι ἰοχεαίρῃ;
Ἄρτεμις οὐ βλάστησεν ἀφʼ ὕδατος, ὡς Ἀφροδίτη.
ἔννεπε Καλλιρόῃ· Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ.
Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ
αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων.
δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρονόμον σε καλέσσω
εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης.
τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου
τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ
Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης,
καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.
τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ
τερψινόοις ὀάροισιν· ὁ δέ φρένα τέρπετο μύθῳ,
καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη,
χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ
ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι
καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσας
Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης.