Ancient Greek · ~7 min
Book 41, lines 41.0-41.49
Nonnus of Panopolis, Διονυσιακά 41.0-49
Not analysed yet
πρῶτον τεσσαρακοστὸν ἔχει, πίθεν υἱέι Μύρρης ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.
ἄρτι μέν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων
πήξας ἀγλαόκαρπον ἐπὶ χθονὶ βότρυν ὀπώρης
οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης·
καὶ Παφίης δόμον εἶδε γαμήλιον· ἡμερίδων δὲ
ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας
ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ.
καὶ Χαρίτων χορὸς ἦεν· ἀεξιφύτοιο δὲ λόχμης
ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ
κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ
ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ
ὕμνον Ἀμυμώνης, Λιβανηίδες εἴπατε Μοῦσαι,
καὶ βυθίου Κρονίδαο καὶ εὐύμνοιο Λυαίου
Ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν Ἐνυώ.
ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων,
ποντοπαγής, εὔνησος, ἐύχλοος, οὖ ῥάχις ἰσθμοῦ
στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης
κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν·
ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου
Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις
ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη,
εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων
σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν.
καί δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης
Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ,
καί τις ἐφʼ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,
ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,
γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης,
σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς.
ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει
στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης
πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης,
πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης·
καὶ βυθίη ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ
ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης
δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,
εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ,
ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς
μηκεδανῷ κενεῶνι βορήιος ἕλκεται αὐλών.
ἀμφὶ δέ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης
εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ
εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων
καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις
δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις.
δοχμώσας δὲ ῥέεθρον ἐπʼ ᾐόνι πόντος ἀράσσει
ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ
ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων
συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών,
ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ
φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων
ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.