Ancient Greek · ~8 min
Book 41, lines 41.51-41.105
Nonnus of Panopolis, Διονυσιακά 41.51-105
Not analysed yet
ἐνθάδε φῶτες ἔναιον ὁμήλικες ἠριγενείης,
οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ
ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ,
ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ
ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ
σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ἰλὺς
ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ,
οἶς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ
Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ
γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ,
νέρθε δράκων, καὶ ὕπερθεν ἀπʼ ἰξύος ἄχρι καρήνου
ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ·
οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε Γαίης
αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην·
ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ
πρωτοφανής χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν.
καί Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην,
ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης
ὀκρυόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ.
καί λίθον Εἰλείθυιαν ἔων βεβριθότι φόρτῳ,
θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης,
χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων
στήθεϊ παφλάζοντι μογοστόκον ἔστασεν ὕδωρ,
λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων
δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν,
πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα·
Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὔ ποτε πυκνῷ
θερμὸν ἀνασχίζουσα νέφος βητάρμονι παλμῷ
ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ
Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί·
οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ
βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ.
ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ
πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών·
οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη,
οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης
χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς,
Σάρδιες, Ἠελίοιο συνήλικες· οὐ γένος ἀνδρῶν,
οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ
Ἀρκαδίη προσέληνος· ἀνεβλάστησε δὲ μούνη
πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη.
καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ
ἠελίου νεοφεγγὲς ἀμελγομένη σέλας αἴγλης
καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης,
πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης,
καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην·
καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου
πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι
ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην
οὐρανίης ὤδινεν ἀπʼ αὔλακος ἔγκυον ὕδωρ,
ὁππόθι νόσφι γάμων ἀρόσας ῥόον ἄρσενε λύθρῳ
αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ γόνος ἀφρῷ,
καὶ Φύσις ἔπλετο μαῖα· συναντέλλων δὲ θεαίνῃ
στικτὸς ἱμάς, στεφανηδὸν ἐπʼ ἰξύι κύκλον ἑλίξας,
αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης.