Ancient Greek · ~7 min
Book 42, lines 42.374-42.416
Nonnus of Panopolis, Διονυσιακά 42.374-416
Not analysed yet
ἀλλʼ ἐρέεις γλαυκῶπιν ἀπειρήτην ὑμεναίων·
νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη·
οὔ σε τέκε γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη,
Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;
μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ
εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις,
ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος,
καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,
καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων·
νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν
ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας·
οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα Κυθήρην
μισθὸν ἀγηνορίης φιλοπάρθενος ὤπασε σύριγξ,
ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ
ἔκφυγε Πανὸς ἔρωτα, πόθους δʼ ἔτι Πανὸς ἀείδει·
καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο,
ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη,
ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ
Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου.
καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ
θερμὸς Ἔρως βαρύμηνις· ἀφειδήσασα δὲ μίτρης
διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην·
καὶ λίνα σοῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων
λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης.
ποῖά σοι ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει;
ἦ ῥά σοι ἕδνα γάμοιο λελέξεται ἁλμυρὸν ὕδωρ,
καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν
δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης;
δέρματα φωκάων μὴ δέχνυσο· σεῖο δὲ παστῷ
βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω·
δέξό μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην·
εἰ δʼ ἐθέλεις δόρυ θοῦρον Ἀδώνιδος οἶά τε κούρη,
θύρσον ἔχεις ἐμὸν ἔγχος· ἔα γλωχῖνα τριαίνης.
φεῦγε, φίλη, κακὸν ἦχον ἀσιγήτοιο θαλάσσης,
φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον Ἐρώτων.
ἄλλῃ Ἀμυμώνῃ παρελέξατο κυανοχαίτης,
ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή·
καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην·
Ἀστερίην δʼ ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη·
παρθενικὴν δʼ Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ.
οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν
λαϊνέην τελέσῃ μετὰ δέμνιον· οὗτος ὀπάσσει
ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης
ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς
ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω·