Ancient Greek · ~7 min
Book 42, lines 42.417-42.463
Nonnus of Panopolis, Διονυσιακά 42.417-463
Not analysed yet
οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης.
ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω·
ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω
δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο·
Ἡλιάδων δʼ ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ
λευκὸν ἐρευθιόωσα, βολαῖς δʼ ἀντίρροπος Ἠοῦς
εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν
καὶ λίθον ἀστράπτοντα· τεοῦ χροὸς εἶδος ἐλέγχει
μάρμαρα τιμήεντα· μὴ εἴκελον αἴθοπι λύχνῳ
λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί·
μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου
σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.
τοῖον ἔπος κατέλεξε· καὶ οὔατος ἔνδοθι κούρη
χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς,
μὴ πάλιν ἄλλον Ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ,
ἔργα γάμου στυγέουσα· ποθοβλήτῳ δὲ Λυαίῳ
μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν Ἐρώτων,
ἢ ὅτε θυμοβόροιο πόθου λυσσώδεϊ κέντρῳ
ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες
καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ
διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει.
ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ·
παρθενικῆς δʼ ἀπέμιμνεν· ἀμιτροχίτωνι δὲ κούρῃ
σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην,
κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης,
ἴκμια διψαλέοιο διʼ οὔρεος ἴχνια πάλλων,
παρθενικὴν μάστευε Ποσειδάων μετανάστης,
ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ·
καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης
οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ
εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην·
ὀξὺ δὲ λεπταλέοιο διʼ εἵματος οἷα κατόπτρῳ
ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο κούρης,
οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων
στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς
μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην,
δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,
παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ
εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων ἐνοσίχθων
μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ
παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ·
Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει·
οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου
οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω
Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ
εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων·