Ancient Greek
Book 48, lines 48.249-48.296
Nonnus of Panopolis, Διονυσιακά 48.249-296
Not analysed yet
ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,
ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις·
πολλάκι δʼ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου,
καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης,
οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς·
ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην
ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων
θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ
ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.
καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ
παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·
καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης
κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ δάφνης
εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων
ἱμερτήν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,
ὅττι θεός πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ
θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης,
οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν·
παιδὶ δὲ θηρεύοντι συνέμπορος υἱέι Μύρρης
Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη,
Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου
ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην·
αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς
βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,
ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ
θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·
παρθενικὴ δʼ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτήν
πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ
μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ
ληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,
τοῖον ἔπος βοόων· στεφανηφόρε μῆτερ Ἐρώτων,
αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην·
ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,
στέψατε κεστόν ἱμάντα γαμοστόλον, ὅττι μενοινήν
τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.
τοῖον ἔπος μαντῷον ὀρεστιάς ἔδρακεν Αὔρη·
οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καί αὐτοὶ
εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.
κούρη δʼ ἐγρομένη πινυτόφρονι μαίνετο δάφνῃ,
καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ
χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,
καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ·
Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;
ἀασάμην εὕδοβσα τεοὺς ὑπὸ γείτονας ὄζους
σὸν φυτόν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ
φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη,
σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;