Ancient Greek · ~7 min
Book 48, lines 48.297-48.344
Nonnus of Panopolis, Διονυσιακά 48.297-344
Not analysed yet
μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;
οὐ πινυτῆς τόδε δένδρον, ἀπʼ ἀρτιγάμοιο δὲ νύμφης;
οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι,
μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,
ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;
εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.
καί ποτε θηρεύουσα κατʼ οὔρεα δεσπότις ἄγρης
καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ
Αρτεμις ἔντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις
θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς,
ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων
καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.
καὶ κεμάδας ζυγίοισι συνεκλήισσε λεπάδνοις
Αρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δέ δίφρου
λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,
καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.
ἀενάου δέ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο
δμωίδες ἐρρώοντο συνήλυδες ἰοχεαίρῃ,
ὦν ἡ μέν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης,
ἄλλη δʼ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα
ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης
ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.
καὶ σέλας ἰοχέαιρα διαυγάζουσα προσώπου
ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ
αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν
ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη
πλησιφαὴς ἀνέτειλε πυριτρεφέων μέσον, ἄστρων,
οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ·
τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην,
εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ.
Αὔρη δʼ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν ἱμάσθλην,
καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς
ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης·
καὶ θεός ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων
τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη,
Ὠκεανοῦ δέ θύγατρες ἐύπλοκα δίκτυα θήρης·
καὶ κύνας ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ.
ἡ δὲ μεσημβρίζουσα σέβας φιλοπάρθενον αἰδοῦς
ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων
ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα,
ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ
κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη.
λοξὰ δέ παπταίνουσα διʼ ὕδατος εὔσκοπος Αὔρη
τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου
ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης,
θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης·