Ancient Greek · ~7 min
Book 48, lines 48.345-48.391
Nonnus of Panopolis, Διονυσιακά 48.345-391
Not analysed yet
καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων
δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη.
ἡμιφανὴς δʼ ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης
ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων
Ἄρτεμις ἀγροτέρη· σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη
μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν·
Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης,
ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγα θηλῆς
θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης,
καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί·
ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης
καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ,
δεξαμένη θαλάμοις τινὰ νυμφίον· ἢν δʼ ἐθελήσῃς,
Ἑρμείῃ παρίαυε καί Ἄρεϊ, λεῖψον Ἀθήνην·
ἤν δʼ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων,
εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης.
ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων·
δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν
ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης·
δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς
ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης,
ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην·
πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ
οὔ τινα κύκλου ἔχουσι περίτροχον, οἷά περ Αὔρης,
αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;
ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ
σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων,
καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί·
ἐκ προχοῆς δʼ ἀνέπαλτο, πάλιν δʼ ἔνδυνε χιτῶνα,
καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην
ἀχνυμένη. νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην
ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ
παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς·
καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης
σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει
ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ,
δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην·
ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάστωρ,
γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ
δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ
τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου·
ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ,
ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ,
ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει.
ἔγνω δʼ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ
Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς,
καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ·