Ancient Greek
Book 7, lines 7.141-7.177
Nonnus of Panopolis, Διονυσιακά 7.141-177
Not analysed yet
ὄμμασι γὰρ Ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου
ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ
θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις
ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου
ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ,
νιφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις·
ἐξαπίνης δὲ πεσοῦσα διʼ αἰθέρος οὐρανίη φλὸξ
δένδρον ὅλον πρήνιξεν, ἑοῦ δʼ οὐχ ἥπτετο καρποῦ·
ἀλλά μιν ἁρπόξας τανυσίπτερος ὄρνις ἀλήτης
ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης
ὤρεγε μὲν Κρονίωνι· πατὴρ δέ μιν ἡδέι κόλπῳ
δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν· ἀντὶ δὲ καρποῦ
ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ
αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος·
καὶ Σεμέλη φυτὸν ἦεν, ὑπερφρίσσουσα δὲ κούρη
ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα
εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ἀνείρων.
καὶ Σεμέλης δεδόνητο φυτόν πυρίκαυτον ἀκούων
Κάδμος ἄναξ· καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς
πρώιος αἰθαλόεντας ἐπέφραδε παιδὸς ὀνείρους.
καὶ τότε Τειρεσίαο δεδεγμένος ἔνθεον ὀμφὴν
παῖδα πατὴρ προέηκεν ἐς ἠθάδα νηὸν Ἀθήνης
Ζηνὶ θυηπολέουσαν ἀκοντιστῆρι κεραυνοῦ
ταῦρον ὁμοκραίροιο φυῆς ἴνδαλμα Λυαίου,
καὶ τράγον ἐσσομένης σταφυλητόμον ἐχθρὸν ὀπώρης.
ἔνθεν ἔβη πρὸ πόληος, ὅπως Διὶ βωμὸν ἀνάψῃ,
ἀστεροπῆς μεδέοντι· παρισταμένη δὲ θυηλαῖς
αἵματι κόλπον ἔδευσε, φόνῳ δʼ ἐρραίνετο κούρη·
καὶ πλοκάμους ἐδίηναν ἀφειδέες αἵματος ὁλκοί,
καὶ βοέαις λιβάδεσσιν ἐπορφύροντο χιτῶνες·
καὶ δρόμον ἰθύνουσα βαθυσχοίνῳ παρὰ ποίῃ
γείτονος Ἀσωποῖο μετέστιχε πάτριον ὕδωρ
παρθένος αἰολόπεπλος, ἵνα σμήξειε ῥεέθροις
στικτὰ πολυρραθάμιγγι δεδευμένα φάρεα λύθρῳ.
καὶ Σεμέλην ὁρόωσα παρʼ Ἀσωποῖο ῥεέθροις
λουομένην ἐγέλασσεν ἐν ἠέρι φοιτὰς Ἐρινὺς
μνησαμένη Κρονίωνος, ὅτι ξυνήονι πότμῳ
ἀμφοτέρους ἤμελλε βαλεῖν φλογόεντι κεραυνῷ.
κεῖθι δέμας φαίδρυνε, σὺν ἀμφιπόλοισι δὲ γυμνὴ
χεῖρας ἐρετμώσασα διʼ ὕδατος ἔτρεχε κούρη·
καὶ κεφαλὴν ἀδίαντον ἐκούφισεν ἴδμονι τέχνῃ
ὕψι τιταινομένην ὑπὲρ οἴδματος, ἄχρι κομάων
ὑγροβαφής, καὶ στέρνον ἐπιστορέσασα ῥεέθρῳ
ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ.
καὶ φόρον ἄλλον ἔδεκτο, καὶ ὑψόθι γείτονος ὄχθης
ἠῴην παρὰ πέζαν ἀλεξικάκου Διονύσου
εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείων.