Ancient Greek
Book 8, lines 8.375-8.418
Nonnus of Panopolis, Διονυσιακά 8.375-418
Not analysed yet
καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας
αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·
Πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ·
βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,
αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ
δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ
οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί.
εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη,
Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα·
Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.
οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ
οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης.
οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ
ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.
ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν
ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης
τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν·
καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ
πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς·
καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ
Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην·
καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί·
κόλπου δʼ αἰθομένοιο διαθρῴσκοντα τεκούσης
Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ,
μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·
καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο
ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί·
καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν
ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι
ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.
καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι
οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.
Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης
ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς,
καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων
οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου
αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης,
ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης·
καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ
καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου
καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης
σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ
καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης
Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.