Ancient Greek · ~7 min
Book 9, lines 9.0-9.48
Nonnus of Panopolis, Διονυσιακά 9.0-48
Not analysed yet
εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς.
Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων
ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ
δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ,
μαρμαρυγὴν δʼ ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης·
καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης
αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο,
παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ.
καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ,
καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ
ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων.
τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο
στέμματι κισσήεντι λεχωίδες ἔστεφον Ὧραι
ἐσσομένων κήρυκες, ἐπʼ ἀνθοκόμῳ δὲ καρήνῳ
εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων
ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην.
καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην
πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς
ἠερόθεν πεπότητο· λοχευομένῳ δὲ Λυαίῳ
πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο
κικλήσκων Διόνυσον, ἐπεὶ ποδὶ φόρτον ἀείρων
ἤιε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ,
νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει·
καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην,
ὅττί μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ.
καί μιν ἀχυτλώτοιο διαΐσσοντα λοχείης
πήχεϊ κοῦρον ἄδακρυν ἐκούφισε σύγγονος Ἑρμῆς,
καὶ βρέφος εὐκεράοιο φυῆς ἴνδαλμα Σελήνης
ὤπασε θυγατέρεσσι Λάμου ποταμηίσι Νύμφαις,
παῖδα Διὸς κομέειν σταφυληκόμον· αἱ δὲ λαβοῦσαι
Βάκχον ἐπηχύναντο, καὶ εἰς στόμα παιδὸς ἑκάστη
ἀθλιβέων γλαγόεσσαν ἀνέβλυεν ἰκμάδα μαζῶν.
καὶ πάις ἀντικέλευθον ἐς οὐρανὸν ὄμμα τιταίνων
ὕπτιος ἦεν ἄυπνος, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
ἠέρα λακτίζων διδυμάονι τέρπετο παλμῷ,
καὶ πόλον ἐσκοπίαζεν ἀήθεα, θαμβαλέος δὲ
πατρῴην ἐγέλασσεν ἴτυν δεδοκημένος ἄστρων.
καὶ βρέφος ἀθρήσασα Διὸς μαστίζετο νύμφη·
θυγατέρες δὲ Λάμοιο χόλῳ βαρυμήνιος Ἥρης
δαιμονίης κακότητος ἐβακχεύθησαν ἱμάσθλῃ·
ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ
ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ·
φρικαλέαι δʼ ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῇ
ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου·
πάντῃ δʼ ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς
ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν·
καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι
πλαζομένους· κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης
ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης.