Ancient Greek · ~7 min
Book 9, lines 9.49-9.97
Nonnus of Panopolis, Διονυσιακά 9.49-97
Not analysed yet
καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης
νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ,
εἰ μὴ ἀσημάντοιο ποδὸς ληίστορι ταρσῷ
Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς,
καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ
εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς.
ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης
νήπιον εἰσέτι κοῦρον, ἐπωλένιον Μελικέρτην,
παιδοκόμοις παλάμῃσιν· ἀνοιδαίνοντο δὲ μαζοὶ
θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην.
καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην
θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι·
Δέξο, γύναι, νέον υἷα, τεῷ δʼ ἐνικάτθεο κόλπῳ
παῖδα κασιγνήτης Σεμέλης σέεν, ὃν παρὰ παστῷ
οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ
μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.
καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω,
μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου
ἠμάτιον Φαέθοντος ἢ ἔννυχου ὄμμα Σελήνης,
μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει,
ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.
δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων
ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια κείνου.
ὀλβίη ἐν πάσῃσι θυγατράσιν ἔπλεο Κάδμου·
ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ,
Αὐτονόν δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,
ἀμφοτέροις δʼ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών,
καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη
Πενθέος ὀλλυμένοιο, νόθης ψαύσασα κονίης,
παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη
ἔσσαι αὐχήεσσα, τόσης ναέτειρα θαλάσσης,
οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ
ὡς Θέτις, ὡς Ταλάτεια φατίζεαι Ὑδριὰς Ἱνώ·
οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών,
ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου
ἐλπίδι λωιτέρῃ καλέσῃς Νηρῆα τοκῆα
παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ,
Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης,
εὐπλοΐης μεδέουσα μετʼ Αἰόλον· εὐδιόων δὲ
σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης
βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,
ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου
δέξεται ἡνιοχῆα Παλαίμονα κυανοχαίτης.
ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς
ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων.
Ἰνὼ δʼ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ
παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ,
πήχεϊ δʼ ἁπλώσασα συνωρίδα δίζυγα παίδων
δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ·