Ancient Greek · ~7 min
Book 9, lines 9.149-9.199
Nonnus of Panopolis, Διονυσιακά 9.149-199
Not analysed yet
Δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν
ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων,
Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει,
ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ·
μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω,
μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.
ὣς εἰπών ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς
κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις·
αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας
ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν
μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσας.
τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα
ἅρματος ὠμοβόμων ἐπιβήτορα θῆκε λεόντων·
καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς
παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ
κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου·
καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ
πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων.
καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἄγρην
ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ,
χειρὶ δὲ νηπιάχῳ μεθέπων κεμαδοσσόον ἀλκήν
ποικίλον ᾐώρησεν ἐπʼ αὐχένι νεβρὸν ἀείρων,
καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ
τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ
σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ,
ἁρπάξας νέα τέκνα πολυλλαγέων ἀπὸ μαζῶν,
σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας
μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ
δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων.
θαμβαλέη δὲ γέλωτι γεγηθότι δέρκετο Ῥείη
ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου·
καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων
ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων.
καὶ χροΐ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας
Εὔιος ἀρτιτέλεστον ἔκων παιδήιον ἥβην,
δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην,
αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων·
καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύλκας ἐλάσσας
στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην,
οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων·
πολλάκι δʼ ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης,
βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ,
κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων·
καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων
δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου,
σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων,
δάκτυλα κουρίζοντα· καὶ ἵστατο μειλιχίη θὴρ
νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ,
καὶ κύσε καρχαλέοισι φιλήμασι δίκτυλα Βάκχου.