Ancient Greek · ~7 min
Book 9, lines 9.98-9.148
Nonnus of Panopolis, Διονυσιακά 9.98-148
Not analysed yet
καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ,
Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην
Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς·
ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν
ἀρροϊδῆ ζοφόεντι κατεκήισσε βερέθρῳ·
καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην
μαρμαρυγὴ σελάγιζε, καταυγάζουσα προσώπου·
τοῖχοι δʼ ἀχλυόεντε ἐλευκαίνοντο μελάθρου
καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου.
καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ·
πολλάκι δʼ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης
χείλεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν
εὔια παππάζοντι παρερπύζων Διονύσῳ.
καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης
ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ·
καὶ πινυτὴ θεράπαινα φερώνυμα Μύστιδι τέχνῃ
ὄργια νυκτελίοιο διδασκομένη Διονύσου
καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ
πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ
κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ,
πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης
εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ,
πρώτη καμπύλον ἄνθος ἀναδέψασα κορύμβω
ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ,
αὐτὴ δʼ ἔπλεκε θύρσον ἑμόζυγον οἴνοπι κισσῷ,
ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ
κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ·
καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι
χαλκείας ἐνόνσε καὶ ἰξύι δέρματα νεβρῶν·
καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην
παίγνια κουρίζοντι διδασκομένη Διονύσῳ
πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα
σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην
ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ.
τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου
ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη
μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου·
καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ
παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς.
καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς
ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης·
Ἥρη δʼ ὠκυπέδιλος ἑπέδραμεν εὔποδι ταρσῷ
ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης,
πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν
καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη
ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου,
οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς·
κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων,
χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων,
μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ,
καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ·