Ancient Greek · ~8 min
2.1 to 2.18
NOVUM TESTAMENTUM, Epistula Iacobi 2.1-18
Not analysed yet
Ἀδελφοί μου ,μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης ; ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ ,εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι ,ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε · Σὺ κάθου ὧδε καλῶς ,καὶ τῷ πτωχῷ εἴπητε · Σὺ στῆθι ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου ,οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν ; ἀκούσατε ,ἀδελφοί μου ἀγαπητοί . οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν ; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν . οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν ,καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια ; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς ; Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν ,καλῶς ποιεῖτε · εἰ δὲ προσωπολημπτεῖτε ,ἁμαρτίαν ἐργάζεσθε ,ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται . ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ ,πταίσῃ δὲ ἐν ἑνί ,γέγονεν πάντων ἔνοχος . ὁ γὰρ εἰπών Μὴ μοιχεύσῃς εἶπεν καί Μὴ φονεύσῃς · εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ ,γέγονας παραβάτης νόμου . οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι . ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος · κατακαυχᾶται ἔλεος κρίσεως . Τί ὄφελος ,ἀδελφοί μου ,ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν ; ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς ,εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν · Ὑπάγετε ἐν εἰρήνῃ ,θερμαίνεσθε καὶ χορτάζεσθε ,μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος ,τί ὄφελος ; οὕτως καὶ ἡ πίστις ,ἐὰν μὴ ἔχῃ ἔργα ,νεκρά ἐστιν καθ’ ἑαυτήν . Ἀλλ’ ἐρεῖ τις · Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω . δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων ,κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν .