Ancient Greek
2.19 to 2.26
NOVUM TESTAMENTUM, Epistula Iacobi 2.19-26
Not analysed yet
σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός ; καλῶς ποιεῖς · καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν . θέλεις δὲ γνῶναι ,ὦ ἄνθρωπε κενέ ,ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν ; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ,ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ; βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη ,καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα · Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ ,καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ,καὶ φίλος θεοῦ ἐκλήθη . ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον . ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ,ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα ; ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν ,οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν .