Ancient Greek · ~9 min
ΙΑΚΩΒΟΥ, Chapter 3
NOVUM TESTAMENTUM, Epistula Iacobi 3
Not analysed yet
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε ,ἀδελφοί μου ,εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα · πολλὰ γὰρ πταίομεν ἅπαντες . εἴ τις ἐν λόγῳ οὐ πταίει ,οὗτος τέλειος ἀνήρ ,δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα . εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν ,καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν . ἰδοὺ καὶ τὰ πλοῖα ,τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα ,μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται · οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ . Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει · καὶ ἡ γλῶσσα πῦρ ,ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ,ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης . πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ · τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων · ἀκατάστατον κακόν ,μεστὴ ἰοῦ θανατηφόρου . ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα ,καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας · ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα . οὐ χρή ,ἀδελφοί μου ,ταῦτα οὕτως γίνεσθαι . μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν ; μὴ δύναται ,ἀδελφοί μου ,συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα ; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ . Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν ; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας . εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν ,μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας . οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ,ἀλλὰ ἐπίγειος ,ψυχική ,δαιμονιώδης · ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ,ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα . ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ,ἔπειτα εἰρηνική ,ἐπιεικής ,εὐπειθής ,μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ,ἀδιάκριτος ,ἀνυπόκριτος · καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην .