Ancient Greek · ~8 min
ΙΑΚΩΒΟΥ, Chapter 4
NOVUM TESTAMENTUM, Epistula Iacobi 4
Not analysed yet
Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν ; οὐκ ἐντεῦθεν ,ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν ; ἐπιθυμεῖτε ,καὶ οὐκ ἔχετε · φονεύετε καὶ ζηλοῦτε ,καὶ οὐ δύνασθε ἐπιτυχεῖν · μάχεσθε καὶ πολεμεῖτε . οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς · αἰτεῖτε καὶ οὐ λαμβάνετε ,διότι κακῶς αἰτεῖσθε ,ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε . μοιχαλίδες ,οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν ; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ,ἐχθρὸς τοῦ θεοῦ καθίσταται . ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει · Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν ; μείζονα δὲ δίδωσιν χάριν · διὸ λέγει · Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν . ὑποτάγητε οὖν τῷ θεῷ · ἀντίστητε δὲ τῷ διαβόλῳ ,καὶ φεύξεται ἀφ’ ὑμῶν · ἐγγίσατε τῷ θεῷ ,καὶ ἐγγιεῖ ὑμῖν . καθαρίσατε χεῖρας ,ἁμαρτωλοί ,καὶ ἁγνίσατε καρδίας ,δίψυχοι . ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε · ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν · ταπεινώθητε ἐνώπιον κυρίου ,καὶ ὑψώσει ὑμᾶς . Μὴ καταλαλεῖτε ἀλλήλων ,ἀδελφοί · ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον · εἰ δὲ νόμον κρίνεις ,οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής . εἷς ἐστιν νομοθέτης καὶ κριτής ,ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι · σὺ δὲ τίς εἶ ,ὁ κρίνων τὸν πλησίον . Ἄγε νῦν οἱ λέγοντες · Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν · οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν · ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη ,ἔπειτα καὶ ἀφανιζομένη · ἀντὶ τοῦ λέγειν ὑμᾶς · Ἐὰν ὁ κύριος θελήσῃ ,καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο . νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν · πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν . εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ,ἁμαρτία αὐτῷ ἐστιν .