Ancient Greek · ~5 min
3.16 to 3.24
NOVUM TESTAMENTUM, Epistula Ioannis I 3.16-24
Not analysed yet
ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην ,ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν · καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι . ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ ,πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ ; Τεκνία ,μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ . ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν ,καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία ,ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα . ἀγαπητοί ,ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ ἡμῶν ,παρρησίαν ἔχομεν πρὸς τὸν θεόν ,καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπ’ αὐτοῦ ,ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν . καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ ,ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους ,καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν . καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ · καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν ,ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν .