Ancient Greek · ~8 min
4.1 to 4.14
NOVUM TESTAMENTUM, Epistula Ioannis I 4.1-14
Not analysed yet
Ἀγαπητοί ,μὴ παντὶ πνεύματι πιστεύετε ,ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν ,ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον . ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ · πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν ,καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν · καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ,ὃ ἀκηκόατε ὅτι ἔρχεται ,καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη . ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε ,τεκνία ,καὶ νενικήκατε αὐτούς ,ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ · αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν · διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει . ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν · ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν ,ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν . ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης . Ἀγαπητοί ,ἀγαπῶμεν ἀλλήλους ,ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν ,καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν . ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν ,ὅτι ὁ θεὸς ἀγάπη ἐστίν . ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν ,ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι’ αὐτοῦ . ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη ,οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν ,ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν . ἀγαπητοί ,εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς ,καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν . θεὸν οὐδεὶς πώποτε τεθέαται · ἐὰν ἀγαπῶμεν ἀλλήλους ,ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν . Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν ,ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν . καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου .