Ancient Greek · ~5 min
4.15 to 4.21
NOVUM TESTAMENTUM, Epistula Ioannis I 4.15-21
Not analysed yet
ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ,ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ . καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν . Ὁ θεὸς ἀγάπη ἐστίν ,καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ μένει . ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν ,ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ,ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ . φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ ,ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον ,ὅτι ὁ φόβος κόλασιν ἔχει ,ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ . ἡμεῖς ἀγαπῶμεν ,ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς . ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν ,καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ ,ψεύστης ἐστίν · ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν ,τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν . καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ ,ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ .