Ancient Greek · ~8 min
11.33 to 11.48
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 11.33-48
Not analysed yet
Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν ,ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν . ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου . ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ ,καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν · ἐπὰν δὲ πονηρὸς ᾖ ,καὶ τὸ σῶμά σου σκοτεινόν . σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν . εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν ,μὴ ἔχον μέρος τι σκοτεινόν ,ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε . Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ · εἰσελθὼν δὲ ἀνέπεσεν . ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου . εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν · Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε ,τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας . ἄφρονες ,οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν ; πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην ,καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν . Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ,ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον ,καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ · ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι . οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ,ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς . οὐαὶ ὑμῖν ,ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα ,καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν . Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ · Διδάσκαλε ,ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις . ὁ δὲ εἶπεν · Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί ,ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα ,καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις . οὐαὶ ὑμῖν ,ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς . ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν ,ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε .