Ancient Greek · ~3 min
11.49 to 11.54
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 11.49-54
Not analysed yet
διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν · Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους ,καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν ,ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης ,ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου · ναί ,λέγω ὑμῖν ,ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης . οὐαὶ ὑμῖν τοῖς νομικοῖς ,ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως · αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε . Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων ,ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ .