Ancient Greek · ~8 min
12.1 to 12.16
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 12.1-16
Not analysed yet
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ,ὥστε καταπατεῖν ἀλλήλους ,ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον · Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης ,ἥτις ἐστὶν ὑπόκρισις ,τῶν Φαρισαίων . οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται ,καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται . ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται ,καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων . Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου ,μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι . ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε · φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν · ναί ,λέγω ὑμῖν ,τοῦτον φοβήθητε . οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο ; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ . ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται · μὴ φοβεῖσθε · πολλῶν στρουθίων διαφέρετε . Λέγω δὲ ὑμῖν ,πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων ,καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ · ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ . καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ,ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται . ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ,μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε · τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν . Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ · Διδάσκαλε ,εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν . ὁ δὲ εἶπεν αὐτῷ · Ἄνθρωπε ,τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς ; εἶπεν δὲ πρὸς αὐτούς · Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας ,ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ . εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων · Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα .