Ancient Greek
12.17 to 12.34
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 12.17-34
Not analysed yet
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων · Τί ποιήσω ,ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου ; καὶ εἶπεν · Τοῦτο ποιήσω · καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω ,καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου ,καὶ ἐρῶ τῇ ψυχῇ μου · Ψυχή ,ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά · ἀναπαύου ,φάγε ,πίε ,εὐφραίνου . εἶπεν δὲ αὐτῷ ὁ θεός · Ἄφρων ,ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ · ἃ δὲ ἡτοίμασας ,τίνι ἔσται ; οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν . Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · Διὰ τοῦτο λέγω ὑμῖν ,μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε ,μηδὲ τῷ σώματι τί ἐνδύσησθε . ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος . κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν ,οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη ,καὶ ὁ θεὸς τρέφει αὐτούς · πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν . τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν . εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε ,τί περὶ τῶν λοιπῶν μεριμνᾶτε ; κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει · οὐ κοπιᾷ οὐδὲ νήθει · λέγω δὲ ὑμῖν ,οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων . εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέζει ,πόσῳ μᾶλλον ὑμᾶς ,ὀλιγόπιστοι . καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε ,καὶ μὴ μετεωρίζεσθε ,ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν ,ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων . πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ ,καὶ ταῦτα προστεθήσεται ὑμῖν . Μὴ φοβοῦ ,τὸ μικρὸν ποίμνιον ,ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν . πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην · ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα ,θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ,ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει · ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν ,ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται .