Ancient Greek · ~8 min
18.1 to 18.16
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 18.1-16
Not analysed yet
Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν ,λέγων · Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος . χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα · Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου . καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον ,μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ · Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι ,διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με . εἶπεν δὲ ὁ κύριος · Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει · ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός ,καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς ; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει . πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς ; Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην · Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι ,ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης . ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο · Ὁ θεός ,εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ,ἅρπαγες ,ἄδικοι ,μοιχοί ,ἢ καὶ ὡς οὗτος ὁ τελώνης · νηστεύω δὶς τοῦ σαββάτου ,ἀποδεκατῶ πάντα ὅσα κτῶμαι . ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν ,ἀλλ’ ἔτυπτε τὸ στῆθος αὐτοῦ λέγων · Ὁ θεός ,ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ . λέγω ὑμῖν ,κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον · ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ,ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται . Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται · ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς . ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων · Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά ,τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ .