Ancient Greek
18.17 to 18.35
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 18.17-35
Not analysed yet
ἀμὴν λέγω ὑμῖν ,ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον ,οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν . Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων · Διδάσκαλε ἀγαθέ ,τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω ; εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς · Τί με λέγεις ἀγαθόν ; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός . τὰς ἐντολὰς οἶδας · Μὴ μοιχεύσῃς ,Μὴ φονεύσῃς ,Μὴ κλέψῃς ,Μὴ ψευδομαρτυρήσῃς ,Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα . ὁ δὲ εἶπεν · Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου . ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Ἔτι ἕν σοι λείπει · πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς ,καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς ,καὶ δεῦρο ἀκολούθει μοι . ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ,ἦν γὰρ πλούσιος σφόδρα . Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν · Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται · εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν . Εἶπαν δὲ οἱ ἀκούσαντες · Καὶ τίς δύναται σωθῆναι ; ὁ δὲ εἶπεν · Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν . Εἶπεν δὲ ὁ Πέτρος · Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι . ὁ δὲ εἶπεν αὐτοῖς · Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ ,ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον . Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς · Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ ,καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου · παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται ,καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν ,καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται . καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν ,καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν ,καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα . Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν .