Ancient Greek · ~3 min
18.36 to 18.43
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 18.36-43
Not analysed yet
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο · ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται . καὶ ἐβόησεν λέγων · Ἰησοῦ υἱὲ Δαυίδ ,ἐλέησόν με . καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ · αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν · Υἱὲ Δαυίδ ,ἐλέησόν με . σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν . ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν · Τί σοι θέλεις ποιήσω ; ὁ δὲ εἶπεν · Κύριε ,ἵνα ἀναβλέψω . καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Ἀνάβλεψον · ἡ πίστις σου σέσωκέν σε . καὶ παραχρῆμα ἀνέβλεψεν ,καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν . καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ .