Ancient Greek · ~9 min
19.1 to 19.19
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 19.1-19
Not analysed yet
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ . καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος ,καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος · καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν ,καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν . καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν ,ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι . καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ,ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν · Ζακχαῖε ,σπεύσας κατάβηθι ,σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι . καὶ σπεύσας κατέβη ,καὶ ὑπεδέξατο αὐτὸν χαίρων . καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι . σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον · Ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων ,κύριε ,τοῖς πτωχοῖς δίδωμι ,καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν . εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο ,καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν · ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός . Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι · εἶπεν οὖν · Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι . καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς · Πραγματεύσασθε ἐν ᾧ ἔρχομαι . οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν ,καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες · Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς . καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον ,ἵνα γνοῖ τί διεπραγματεύσαντο . παρεγένετο δὲ ὁ πρῶτος λέγων · Κύριε ,ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς . καὶ εἶπεν αὐτῷ · Εὖγε ,ἀγαθὲ δοῦλε ,ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ,ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων . καὶ ἦλθεν ὁ δεύτερος λέγων · Ἡ μνᾶ σου ,κύριε ,ἐποίησεν πέντε μνᾶς . εἶπεν δὲ καὶ τούτῳ · Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων .