Ancient Greek · ~8 min
19.20 to 19.38
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 19.20-38
Not analysed yet
καὶ ὁ ἕτερος ἦλθεν λέγων · Κύριε ,ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ · ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ ,αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας . λέγει αὐτῷ · Ἐκ τοῦ στόματός σου κρίνω σε ,πονηρὲ δοῦλε · ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι ,αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα ; καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν ; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα . καὶ τοῖς παρεστῶσιν εἶπεν · Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι —καὶ εἶπαν αὐτῷ · Κύριε ,ἔχει δέκα μνᾶς —λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ,ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται . πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου . Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα . Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ,ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων · Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ,ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ,ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν ,καὶ λύσαντες αὐτὸν ἀγάγετε . καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ · Διὰ τί λύετε ; οὕτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει . ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς . λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς · Τί λύετε τὸν πῶλον ; οἱ δὲ εἶπαν ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει . καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν ,καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν · πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ . ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων ,λέγοντες · Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου · ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις .