Ancient Greek · ~4 min
10.35 to 10.42
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 10.35-42
Not analysed yet
ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς ,καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ . ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος · καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος · καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου ,οὐκ ἔστιν μου ἄξιος . ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν ,καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν . Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται ,καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με . ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται ,καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται . καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ ,ἀμὴν λέγω ὑμῖν ,οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ .